Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.7 Joseph. AJ 6.11 (English) >>Joseph. AJ 6.15

6.10νικᾷ δὲ τὰς προειρημένας γνώμας ἀνδρῶν ἔν τε τοῖς ἐπάνω χρόνοις συνέσει καὶ φρονήσει διαφέρειν πεπιστευμένων συμβουλία καὶ τότε μάλιστα δοξάντων· ἁρμοζόντως λέγειν τοῖς παροῦσιν, οἳ μήτʼ ἀποπέμπειν ἔφασαν τὴν κιβωτὸν μήτε κατασχεῖν, ἀλλὰ πέντε μὲν ἀνδριάντας ὑπὲρ ἑκάστης πόλεως χρυσοῦς ἀναθεῖναι τῷ θεῷ χαριστήριον, ὅτι προενόησεν αὐτῶν τῆς σωτηρίας καὶ κατέσχεν ἐν τῷ βίῳ διωκομένους ἐξ αὐτοῦ παθήμασιν, οἷς οὐκέτι ἦν ἀντιβλέψαι, τοσούτους δὲ τὸν ἀριθμὸν μύας χρυσοῦς τοῖς κατανεμηθεῖσιν αὐτῶν καὶ διαφθείρασι τὴν χώραν ἐμφερεῖς· 6.11ἔπειτα βαλόντας εἰς γλωσσόκομον αὐτοὺς καὶ θέντας ἐπὶ τὴν κιβωτὸν ἅμαξαν αὐτῇ καινὴν κατασκευάσαι, καὶ βόας ὑποζεύξαντας ἀρτιτόκους τὰς μὲν πόρτις ἐγκλεῖσαι καὶ κατασχεῖν, μὴ ταῖς μητράσιν ἐμποδὼν ἑπόμεναι γένωνται, πόθῳ δʼ αὐτῶν ὀξυτέραν ποιῶνται τὴν πορείαν· ἐκείνας δʼ ἐξελάσαντας τὴν κιβωτὸν φερούσας ἐπὶ τριόδου καταλιπεῖν αὐταῖς ἐπιτρέψαντας ἣν βούλονται τῶν ὁδῶν ἀπελθεῖν· 6.12κἂν μὲν τὴν Ἑβραίων ἀπίωσι καὶ τὴν τούτων χώραν ἀναβαίνωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν τῶν κακῶν, ἂν δὲ ἄλλην τράπωνται, μεταδιώξωμεν αὐτὴν, ἔφασαν, μαθόντες ὅτι μηδεμίαν ἰσχὺν τοιαύτην ἔχει. 6.13

Ἔκριναν δʼ αὐτὰ καλῶς εἰρῆσθαι καὶ τοῖς ἔργοις εὐθὺς τὴν γνώμην ἐκύρωσαν. καὶ ποιήσαντες μὲν τὰ προειρημένα προάγουσιν τὴν ἅμαξαν ἐπὶ τὴν τρίοδον καὶ καταλιπόντες ἀνεχώρησαν, τῶν δὲ βοῶν τὴν ὀρθὴν ὁδὸν ὥσπερ ἡγουμένου τινὸς αὐταῖς ἀπιουσῶν ἠκολούθουν οἱ τῶν Παλαιστίνων ἄρχοντες, ποῦ ποτε στήσονται καὶ πρὸς τίνας ἥξουσι βουλόμενοι μαθεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.7 Joseph. AJ 6.11 (English) >>Joseph. AJ 6.15

Powered by PhiloLogic